Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.124 Joseph. AJ 6.128 (English) >>Joseph. AJ 6.131

6.126ἐπερωτώμενος δὲ ὑπὸ τοῦ πατρὸς τί πεπλημμέληκε καὶ τί παρὰ τὸν βίον οὐκ ὀρθῶς οὐδὲ ὁσίως αὑτῷ διαπραξαμένῳ συνέγνωκεπάτερ, εἶπεν, ἄλλο μὲν οὐδὲν, ὅτι δὲ χθὲς ἀγνοῶν τὴν ἀρὰν αὐτοῦ καὶ τὸν ὅρκον μεταξὺ διώκων τοὺς πολεμίους ἐγεύσατο κηρίων. Σαοῦλος δʼ ἀποκτείνειν αὐτὸν ὄμνυσι καὶ τῆς γενέσεως καὶ τῆς φύσεως τῶν φίλτρων ἐτίμησε τὸν ὅρκον. 6.127 δʼ οὐ καταπλήττεται τὴν ἀπειλὴν τοῦ θανάτου, παραστησάμενος δʼ εὐγενῶς καὶ μεγαλοφρόνωςοὐδʼ ἐγώ σε, φησίν, ἱκετεύσω φείσασθαί μου, πάτερ, ἥδιστος δέ μοι θάνατος ὑπέρ τε τῆς σῆς εὐσεβείας γινόμενος καὶ ἐπὶ νίκῃ λαμπρᾷ· μέγιστον γὰρ παραμύθιον τὸ καταλιπεῖν Ἑβραίους Παλαιστίνων κεκρατηκότας.” 6.128 ἐπὶ τούτοις λαὸς πᾶς ἤλγησε καὶ συνέπαθεν ὤμοσέ τε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης Ἰωνάθην ἀποθανόντα. καὶ τὸν μὲν οὕτως ἐξαρπάζουσι τῆς τοῦ πατρὸς ἀρᾶς, αὐτοὶ δὲ εὐχὰς ὑπὲρ τοῦ νεανίσκου ποιοῦνται τῷ θεῷ ὥστε αὐτὸν ἀπολῦσαι τοῦ ἁμαρτήματος. 6.129

Καὶ Σαοῦλος εἰς τὴν ἑαυτοῦ πόλιν ὑπέστρεψε διαφθείρας ὡσεὶ μυριάδας ἓξ τῶν πολεμίων. βασιλεύει δὲ εὐτυχῶς, καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν πολεμήσας χειροῦται τό τε Ἀμμανιτῶν καὶ Μωαβιτῶν Παλαιστίνους Ἰδουμαίους Ἀμαληκίτας τε καὶ τὸν βασιλέα τῆς Σωβᾶς. ἦσαν δὲ παῖδες αὐτῷ τρεῖς μὲν ἄρσενες Ἰωνάθης καὶ Ἰησοῦς καὶ Μέλχισος, θυγατέρες δὲ Μερόβη καὶ Μιχαάλ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.124 Joseph. AJ 6.128 (English) >>Joseph. AJ 6.131

Powered by PhiloLogic